Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1620 Soph. OC 1670 (English) >>Soph. OC 1699

Ἀντιγόνη 1670αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ
οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
ᾧτινι τὸν πολὺν
ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
1675ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν
ἰδόντε καὶ παθούσα.
Χορός τί δʼ ἔστιν;
Ἀντιγόνη ἔστιν μὲν εἰκάσαι, φίλοι.
Χορός βέβηκεν;
Ἀντιγόνη ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.
τί γάρ, ὅτῳ μήτʼ Ἄρης
1680μήτε πόντος ἀντέκυρσεν,
ἄσκοποι δὲ πλάκες ἔμαρψαν
ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
τάλαινα· νῷν δʼ ὀλεθρία
νὺξ ἐπʼ ὄμμασιν βέβακε.
1685πῶς γὰρ τινʼ ἀπίαν
γᾶν πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ἰσμήνη οὐ κάτοιδα. κατά με φόνιος
Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
1690τάλαιναν, ὡς ἔμοιγʼ μέλλων βίος οὐ βιωτός.
Χορός διδύμα τέκνων ἀρίστα,
τὸ θεοῦ καλῶς φέρειν,
1695μηδʼ ἔτʼ ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1620 Soph. OC 1670 (English) >>Soph. OC 1699

Powered by PhiloLogic